Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.66 | Dem. 45.69 (English) | >>Dem. 45.73 |
45.68οὐ τοίνυν οὐδʼ ἃ πέπλασται οὗτος καὶ βαδίζει παρὰ τοὺς τοίχους ἐσκυθρωπακώς , σωφροσύνης ἄν τις ἡγήσαιτʼ εἰκότως εἶναι σημεῖα , ἀλλὰ μισανθρωπίας . ἐγὼ γάρ , ὅστις αὐτῷ μηδενὸς συμβεβηκότος δεινοῦ , μηδὲ τῶν ἀναγκαίων σπανίζων , ἐν ταύτῃ τῇ σχέσει διάγει τὸν βίον , τοῦτον ἡγοῦμαι συνεορακέναι καὶ λελογίσθαι παρʼ αὑτῷ , ὅτι τοῖς μὲν ἁπλῶς , ὡς πεφύκασι , βαδίζουσι καὶ φαιδροῖς καὶ προσέλθοι τις ἂν καὶ δεηθείη καὶ ἐπαγγείλειεν οὐδὲν ὀκνῶν , τοῖς δὲ πεπλασμένοις καὶ σκυθρωποῖς ὀκνήσειέ τις ἂν προσελθεῖν πρῶτον .
45.69οὐδὲν οὖν ἄλλʼ ἢ πρόβλημα τοῦ τρόπου τὸ σχῆμα τοῦτʼ ἔστι , καὶ τὸ τῆς διανοίας ἄγριον καὶ πικρὸν ἐνταῦθα δηλοῖ . σημεῖον δέ · τοσούτων γὰρ ὄντων τὸ πλῆθος Ἀθηναίων , πράττων πολὺ βέλτιον ἢ σὲ προσῆκον ἦν , τῷ πώποτʼ εἰσήνεγκας , ἢ τίνι συμβέβλησαί πω , ἢ τίνʼ εὖ πεποίηκας ;
45.70οὐδένʼ ἂν εἰπεῖν ἔχοις · ἀλλὰ τοκίζων καὶ τὰς τῶν ἄλλων συμφορὰς καὶ χρείας εὐτυχήματα σαυτοῦ νομίζων , ἐξέβαλες μὲν τὸν ἀφῄρησαι δὲ τὴν σαυτοῦ πενθερὰν ταῦτʼ ἀφʼ ὧν ἔζη , ἀοίκητον δὲ τὸν Ἀρχεδήμου παῖδα τὸ σαυτοῦ μέρος πεποίηκας . οὐδεὶς δὲ πώποθʼ οὕτω πικρῶς οὐδʼ ὑπερήμερον εἰσέπραξεν ὡς σὺ τοὺς ὀφείλοντας τοὺς τόκους . εἶθʼ ὃν ὁρᾶτʼ ἐπὶ πάντων οὕτως ἄγριον καὶ μιαρόν , τοῦτον ὑμεῖς ἠδικηκότʼ ἐπʼ αὐτοφώρῳ λαβόντες οὐ τιμωρήσεσθε ; δείνʼ ἄρʼ , ὦ ἄνδρες δικασταί , ποιήσετε καὶ οὐχὶ δίκαια .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.66 | Dem. 45.69 (English) | >>Dem. 45.73 |